᾽Εν μὲν οὖν τῷ πρὸ τοῦτου βιβλίῳ τὴν ἐγχείρησιν, ὁποίαν τινὰ χρή ποιεῖσθαι τῶν περὶ τὴν χεῖρα μυῶν, ὑφηγησάμην, ἐνταῦθα δὲ κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν σκελῶν ὁ λόγος ἔσται μοι πρίν γὰρ τοὺς μῦς ἀκριβῶς ἐπιγνῶναι, νεύρων ἢ ἀγγείων ἀνατομὴν οὔτε αὐτὸν ποιήσασθαι δυνατόν, οὔτ᾽ ἄλλον διδάξαι.
(p. 83, 19-26)
χρὴ τοίνυν ἀποδεῖραι μὲν κάνταῦθα τὸ δέρμα, προσέχοντα τὸν νοῦν ἀκριβῶς τῇ πρώτῃ τοῦ πέλματος γενέσει, κατὰ τὴν ἀρχὴν τῆς πτέρνης τεταγμένῃ, μήπως κατὰ τοῦτο τὸ χωρίον ἀποσπάσῃς ἅμα τῷ δέρματι τὸν ὑποκείμενον αὐτῷ τένοντα, δι' οὗ, ὥσπερ ἐπὶ χειρὸς εἴρηται, πλατυνθέντος τὸ ἄτριχόν τε ἅμα καὶ δυσπερίτρεπτον ὑποβέβληται δέρμα τῷ χώλῳ. προσκείμενον οὖν ἐᾶν χρὴ κατά τὰ ὑποκείμενα σώματα τὸ δέρμα κατὰ τοῦτο τὸ χωρίον, ὥσπερ ἐπὶ τῆς χειρὸς εἴρηται, τὸ δ᾽ ἄλλο πᾶν ἀφαιρεῖν ὅλου τοῦ κώλου.
(p. 83, 26–p.85, 10)
τοῦτ᾽ αὐτὸ πρότερον ἐπ' αὐτοῦ μαθόντας, ὅτι πρώτους χρὴ πάντων ἀνατέμνειν τοὺς περὶ τὸν μηρὸν μῦς, ἐφεξῆς δὲ τούτων, ὁποτέρους ἂν ἐθέλης, εἴτ' οὖν τοὺς περὶ τὴν κνήμην, εἴτε τοὺς κατ' ἰσχίου, ὅσοι κινοῦσι τὴν κεφαλὴν τοῦ μηροῦ, καὶ σὺν αὐτῇ δηλονότι τὸν ὅλον μηρόν.
εἰ μέντοι ποτὲ δεηθείης ἀνατέμνειν ἤτοι τοὺς ἐν κνήμῃ προτέρους τῶν κατ᾽ αὐτὸν τὸν μηρόν, ἢ τοὺς κατ᾽ ἰσχίον, ἀφαιρήσεις ἐπὶ μὲν τῆς κνήμης τὰ καθήκοντα πέρατα τῶν ἐκ τοῦ μηροῦ μνῶν εἰς αὐτήν, ἐπὶ δὲ τῶν κατ᾽ ἰσχίον τὰς ἀνατεινομένας κεφαλὰς ὑπὲρ τὴν διάρθρωσιν. ἐξευρήσεις δὲ αὐτάς, ὡς ἐγὼ διδάξω, ῥᾳδίως, ἀπό τινων οἷον σκοπῶν ὁρμώμενος ἅπασιν ἀνθρώποις γνωρίμων. ἰγνύαν γὰρ καὶ γόνυ καὶ ἀντικνήμιον οὐδεὶς ἀγνοεῖ, τούτοις δή σε προσέχοντα τὸν νοῦν ἄρχεσθαι χρὴ τῆς ἀνατομῆς, ἀποδεδαρμένου τοῦ κώλου παντὸς ἅμα τοῖς ὑποκειμένοις ὑμέσι τῷ δέρματι· λέλεκται γάρ μοι καὶ πρόσθεν, εὐφωράτους οὕτως καὶ μάλιστα γίγνεσθαι τοὺς μῦς, περιγραφῇ γνωριζομένους, κατὰ τὰς τῶν ἰνῶν διαφοράς.